Πέμπτη 27 Οκτωβρίου 2016

ΕΙΔΗΣΕΙΣ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ.

Ξέρετε ότι υπάρχει ιστοσελίδα με ειδήσεις στα Αρχαία Ελληνικά ;
Είναι η: Akropolis World News....

Τὸ Ἰαπωνικὸν πρόβλημα "karoshi" καλούμενον
21 Ὀκτωβρίου 2016

Picture
Λέγεται ἀεὶ ὅτι “ὁ πόνος ἀποκτείνει“, πολλάκις μὲν γὰρ ταύτην τὴν φράσιν ἀκηκόαμεν, πάντες δὲ ἴσμεν ὅ τι τοῦτο σημαίνει· τῆς ἡμέρας τελευτησάσης, οἴκαδε ἀφικόμεθα μάλιστα κεκμηκότες ὡσεὶ ἀπὸ μάχης τινὸς ἀφικοίμεθα. ὅμως δὲ τοῦτο ἴσως μὲν εἴη ἂν ἡμῖν γελοία φράσις, ἐν δὲ τῇ Ἰαπωνίᾳ χαλεπώτατον πρόβλημα γέγονεν, τοσοῦτο δὲ πρόβλημα τοῦτο γέγονεν ὥστε αὐτῷ λόγον ἔχουσιν· "karoshi." τί δὲ σημαίνει οὗτος ὁ νεολογισμός; σημαίνει τὸ ἀποθνῄσκειν τοῦ ἄγαν κάμνειν ἕνεκα.

οἱ πλεῖστοι τῶν ἐργαστῶν πολλάκις πλείονας ὥρας τοῦ δέοντος ἐργάζονται, ὃ πάντες “ὑπερωριακὴν ἐργασίαν“ καλοῦμεν, ἀλλὰ αὕτη μὲν ἡ πρᾶξις εἰς τὸ ἔσχατον ἀφικνεῖται ἐν τῇ Ἰαπωνίᾳ, τὸ δὲ ἀποβαῖνον πολλάκις φοβερώτατόν ἐστιν· παραδείγματος ἕνεκα, τῷ τελευταίῳ ἔτει 2,159 ἄνθρωποι ἑαυτοὺς ἀπέκτειναν ἐν τῇ Ἰαπωνίᾳ τοῦ karoshi ἕνεκα, οὐδεὶς δὲ θαυμάζει ὁρῶν ἀνθρώπους ἤδη νυκτὸς ἐκ τῶν ἐργαστηρίων ἐκτρέχοντας ἵνα εἰς τὸν τελευταῖον σιδηρόδρομον εἰσβαίνωσιν ἅτε μέχρι ἐκείνης τῆς ὥρας μείναντες.

ἀλλὰ τίς ἐστιν ἡ γένεσις τούτου τοῦ προβλήματος; τοῦ Δευτέρου Παγκοσμίου Πολέμου τελευτήσαντος, δέον τοὺς πολίτας τὴν διαφθαρεῖσαν χώραν αὖθις ἐπαίρειν, πάντες οἱ τότε ἐνόμιζον τὴν ἑαυτοῦ ἐπιχείρησιν τὸ αὐτὸ καὶ τόν τε οἶκον καὶ τὴν συγγένειαν εἶναι, ἃ πόνον τε καὶ πίστιν αἰτεῖ, οὐδένα δὲ λανθάνει τοῦτο τό νόημα ἔτι καὶ νῦν ἐν τῇ Ἰαπωνικῇ κοινωνίᾳ διαμένον. 

Ἆρα τί ποιήσει νῦν ὁ τῆς Κολομβίας πρόεδρος;
14 Ὀκτωβρίου 2016

Picture
Ἤδη ἀκηκόαμεν περὶ τῆς συναλλαγῆς ἣν ἡ τῆς Κολομβίας ἀρχὴ καὶ αἱ FARC ὑπέγραψαν, ταύτῃ γὰρ τῇ συναλλαγῇ τέλος ἐπέθεσαν τῷ πολέμῳ τοσαῦτα ἔτη διαμένοντος (πεντήκοντα δύο ἔτη ἐμαχήσαντο)· ὅμως δέ, πάντων τούτου ἕνεκα χαιρόντων καὶ ἐπαινούντων, οἱ τῆς Κολομβίας πολῖται ταύτην τὴν συναλλαγὴν οὐκ ἐδέξαντο, αὐτὴν γὰρ τῇ δευτέρᾳ Ὀκτωβρίου ἐν τοῖς κάδοις ἀπέωσαν, ἀλλὰ αὕτη ἡ ἀπώθησις ἀθυμίαν οὐδαμῶς παρέσχε τῷ προέδρῳ Ἰωάννῃ Μανουὴλ Σάντος (ἐν τῇ φωτογραφίᾳ), ὃς τὸ Νόβελ τῆς Εἰρήνης Ἆθλον νεωστὶ ἐδέξατο, ἤγγειλε δὲ οὗτος προχθὲς ὅτι βούλοιτο τοῖς τῷ “οὐκ“ ἐπικουροῦσι συνελθεῖν ἵνα λύσιν τινὰ τῷ προβλήματι εὑρίσκοιεν (ἡ ἐν τοῖς κάδοις ἀπώθησις ἀπροσδόκητος ἥξεν), πάντα γὰρ δέοι ποιεῖν πλὴν εἰς τὸν πόλεμον αὖθις ἐπανελθεῖν.

ὁ ἡγεμὼν ὁ τῶν τὴν συναλλαγὴν ἀπωθούντων ὁ πρότερος τῆς χώρας πρόεδρος Ἄλβαρος Οὐρίβη ἐστίν, ὃς ἰσχυρίζεται οὐκ ἐξεῖναι τοσαῦτα ἀδικήματα ταῖς  FARC συγγνῶναι, οἱ δὲ πλεῖστοι τῶν τὴν αὐτὴν γνώμην ἐχόντων συγγενεῖς εἰσιν τῶν ὑπὸ τῶν FARC ἀποθανόντων. χαλεπώτατον ἔσται τῷ Ι.Μ. Σάντος λύσιν εὑρεῖν. 

Δεινὴ θύελλα ἐν τῇ Αἰτῇ
7 Ὀκτωβρίου 2016

Picture
Ἤδη  πλείονες ὀκτακόσιοι ἄνθρωποι ἐν τῇ Αἰτῇ, ἐν τῇ Καραιβικῇ θαλάττῃ, τῇ θυέλλῃ “Ματθαίῳ“ καλουμένῃ ἀπέθανον· αὕτη ἡ θύελλα, καθ' ἡμέραν ἰσχυροτέρα τε καὶ δεινοτέρα γενομένη, διὰ τῆς Αἰτῆς προχωροῦσα πάντα διέφθειρεν ἅττα ἐντυχοῖτο· οἰκοδομήματα, αὐτοκίνητα, ὁδούς, γεφύρας...  νῦν δὲ πρὸς τὴν παραλίαν τὴν τῶν ΗΑΠ προχωρεῖ, πρὸς τὴν πολιτείαν Φλόριδαν, οὗ δώδεκα ἑκατομμύρια ἀνθρώπων ἐνοικοῦσιν. τῆς θυέλλης προχωρούσης, ἥδη δύο ἑκατομμύρια ἀνθρώπων τὰς ἑαυτῶν οἰκίας ἀπολιπόντες τῆς ἀσφαλείας ἕνεκα ἐν καταφυγαῖς τούτῳ παρεσκευασμέναις  μένουσιν, πάντα δὲ τὰ ποτήματα κατελύθη· ὁ δὲ τῆς πολιτείας ἄρχων, ὁ Rick Scott, εἶπεν τήμερον ὅτι, τῆς θυέλλης διὰ τῆς Φλορίδας διελθούσης, οἱ πλεῖστοι τῶν πολιτῶν ἠλεκτρικὴν ἐνέργειαν οὐχ ἕξοιεν.

οἱ πολῖται οἱ τὰς οἰκίας οὐκ ἀπολελοίπασιν ἤδη ἤρξαντο ἐν τοῖς τῶν οἰκιῶν ὑπογείοις ὕδωρ τε καὶ σῖτον ἁθροίζειν, ἴσως γὰρ δεήσει αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ μένειν, διὰ δὲ τούτου χαλεπὸν ἐγένετο τήμερον ἐν καπηλείοις τισὶ σῖτον τε καὶ ἄλλα ἐπιτήδεια κτᾶσθαι.

ἐν τῇ Αἰτῇ ἔδει τῇ ἐπιγιγνομένῃ Κυριακῇ ἀρχαιρεσίας ποιεῖσθαι, ἀλλὰ οἱ ἄρχοντες αὐτὰς κατέλυσαν ἕως ἂν ἐξῇ τοῦτο τὸ ἀπροσδόκητον δυστύχημα ἐπανορθοῦν.

Ὁ Δουτέρτη πάντας τοὺς τοξικομανεῖς ἀποκτεῖναι βούλεται
30 Σεπτεμβρίου 2016

Picture
Ὁ τῶν Φιλιππίνων πρόεδρος Ῥοδρίγω Δουτέρτη, ἀπὸ τοῦ Βιετνὰμ ἐπανελθών, εἶπεν ὅτι βούλοιτο τρία ἑκατομμύρια τοξικομανῶν ἀποκτεῖναι, εἶπε γὰρ τοῖς δημοσιογράφοις ὅτι “νῦν ἐνθάδε πάρεστι τρία ἑκατομμύρια τοξικομανῶν· ἀρέσκοι μοι ἂν πάντας ἀποκτεῖναι.“

ὁ Δουτέρτη ἐκ πολλοῦ ἐνίκησεν ἐν ταῖς τελευταίαις ἀρχαιρεσίαις ὑποσχόμενος ὅτι τέλος ἐπιθήσοι τοῖς τε ναρκωτικῶν ἐμπόροις καὶ τῇ παρανομίᾳ, ἐκ δὲ τούτου συνεχῶς ἐποτρύνει οὐ μόνον τοὺς φύλακας ἀλλὰ καὶ τοὺς πολίτας ἵνα ναρκωτικῶν τε ἐμπόρους καὶ τοξικομανεῖς ἀποκτείνωσιν.

ἐξ οὗ εἰς τὴν ἀρχὴν ἀφίκετο (τῇ 30ῃ Ἰουνίου), τρισχίλιοι καὶ πεντακόσιοι ἄνθρωποι ἀπέθανον ἐν τούτῳ τῷ ἐπὶ τὸν τῶν φαρμάκων κόσμον πολέμῳ ὃν ὁ Δουτέρτη ἐπήγγειλεν· αἵ τε ΗΑΠ καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις τοῦτο μεμφόμεναι αἰτιῶνται αὐτὸν τοσούτου φόνου, ὁ δὲ Δουτέρτη ταῦτα ἀκούσας οὐ σιγᾷ ἀλλὰ ἀποκρινάμενος μέμφεται ὅπως αἱ ΗΑΠ καὶ ἡ ΕΕ τοῖς ἐκ τῆς Συρίας ἐκφεύγουσι χρῶνται. 

Ἡ πόλις Ῥώμη οὐ βούλεται τὰ τοῦ 2024ου ἔτους  Ὀλύμπια
23 Σεπτεμβρίου 2016

Picture
Ἡ τῆς Ῥώμης δήμαρχος, ἡ Virginia Raggi, εἶπε τήμερον ὅτι οὐ βούλοιτο τὰ Ὀλύμπια τὰ τοῦ 2024ου ἔτους ἐν τῇ πόλει Ῥώμῃ γενέσθαι. ὡς ἐπὶ τὸ πολύ, δέον πόλιν τινὰ αἱρεῖσθαι τοῖς Ὀλυμπίοις, ἐν ἑκάστῃ πόλει εἰσὶν μὲν οἵτινες, νομίζοντες τοῦτο τὴν πόλιν εἰς τὸ βέλτιον μεταβαλεῖν, βούλονται αὐτὰ δέχεσθαι, εἰσὶ δὲ καὶ οἵτινες, φοβούμενοι μὴ πλέον τοῦ δέοντος ἀποτίνειν δέῃ, τοῦτο παντελῶς ἀπωθοῦσιν.

τὰ Ὀλύμπια ἤδη ἐν τῇ Ῥώμῃ τῷ 1960ῳ ἔτει ἐγένετο, λέγει δὲ ἡ V.R. ὅτι ἡ μὲν πόλις ἔτι καὶ νῦν ἐκείνους τοὺς ἀγῶνας ἀποτελεῖ, οἱ δὲ πολῖται προαιροῦνται τούτοις τοῖς χρήμασι πρὸς ἄλλα ἀναγκαῖα χρῆσθαι· εἶπε δὲ καὶ ὅτι “οἱ πολῖται ἐκέλευσαν ἡμᾶς περὶ τῆς πόλεως ἐπιμελεῖσθαι οὐδὲ δεόμεθα μεγάλων ἱερῶν ἐν τῇ ἐρημίᾳ· ἐὰν γὰρ τὰ Ὀλύμπια δεχώμεθα, τοὺς ἀγῶνας πολλὰ ἔτη ἀποτείσομεν.“

οὕτω ἰσχυρὸς τὸ περὶ τούτου βούλευμα ἐστὶν ὥστε τὸν Giovanni Malagó, φερέφωνον τῆς Ἰταλικῆς Ὀλυμπιακῆς Ἐπιτροπῆς, δέχεσθαι οὐκ ἐβούλετο. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Χρυσές Συνταγές Χρυσές Συνταγές Πάω για τρίτη δόση! Κουραμπιέδες λαδιού που λιώνουν στο στόμα!

Χρυσές Συνταγές Πάω για τρίτη δόση! Κουραμπιέδες λαδιού που λιώνουν στο στόμα! Published   13 ώρες ago   on   23 Νοεμβρίου, 2024 By   Χρυσές...